Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.99 Joseph. AJ 12.104 (English) >>Joseph. AJ 12.108

12.102γεγενῆσθαι δʼ αὐτῷ τὰ μέγιστα τῶν ἀγαθῶν βασιλεὺς ἔλεγεν ἤδη παρόντων αὐτῶν· ὠφελῆσθαι γὰρ παρʼ αὐτῶν μεμαθηκότα, πῶς δεῖ βασιλεύειν· κελεύει τε αὐτοῖς ἀνὰ τρία δοθῆναι τάλαντα καὶ τοὺς ἀποκαταστήσοντας ἐπὶ τὴν κατάλυσιν. 12.103διελθουσῶν δὲ τριῶν ἡμερῶν παραλαβὼν αὐτοὺς Δημήτριος καὶ διελθὼν τὸ ἑπταστάδιον χῶμα τῆς θαλάσσης πρὸς τὴν νῆσον καὶ διαβὰς πρὸς τὴν γέφυραν, προελθὼν ἐπὶ τὰ βόρεια μέρη συνέδριον ἐποιήσατο ἐν τῷ παρὰ τὴν ᾐόνα κατεσκευασμένῳ οἴκῳ πρὸς διάσκεψιν πραγμάτων ἠρεμίας καλῶς ἔχοντι. 12.104ἀγαγὼν οὖν αὐτοὺς ἐκεῖ παρεκάλει πάντων, ὧν ἂν δεηθεῖεν εἰς τὴν ἑρμηνείαν τοῦ νόμου, παρόντων ἀκωλύτως ἐπιτελεῖν τὸ ἔργον. οἱ δʼ ὡς ἔνι μάλιστα φιλοτίμως καὶ φιλοπόνως ἀκριβῆ τὴν ἑρμηνείαν ποιούμενοι μέχρι μὲν ὥρας ἐνάτης πρὸς τούτῳ διετέλουν ὄντες, 12.105ἔπειτʼ ἐπὶ τὴν τοῦ σώματος ἀπηλλάττοντο θεραπείαν ἀφθόνως αὐτοῖς τῶν πρὸς τὴν δίαιταν χορηγουμένων καὶ προσέτι τοῦ Δωροθέου πολλὰ καὶ τῶν παρασκευαζομένων τῷ βασιλεῖ, προσέταξε γάρ, αὐτοῖς παρέχοντος. 12.106πρωῒ δὲ πρὸς τὴν αὐλὴν παραγινόμενοι καὶ τὸν Πτολεμαῖον ἀσπαζόμενοι πάλιν ἐπὶ τὸν αὐτὸν ἀπῄεσαν τόπον καὶ τῇ θαλάσσῃ τὰς χεῖρας ἀπονιπτόμενοι καὶ καθαίροντες αὑτοὺς οὕτως ἐπὶ τὴν τῶν νόμων ἑρμηνείαν ἐτρέποντο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.99 Joseph. AJ 12.104 (English) >>Joseph. AJ 12.108

Powered by PhiloLogic